Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.91 Joseph. BJ 4.99 (English) >>Joseph. BJ 4.105

4.96εἰ γὰρ οὐ πεισθήσονται λόγοις φιλανθρώποις καὶ δεξιαῖς πίστεως, πειράσειν αὐτοὺς ἀφειδῆ τὰ ὅπλα, καὶ ὅσον οὐδέπωγνωσθήσεσθαι πιεζόμενον τοῖς Ῥωμαίων μηχανήμασιν τὸ τεῖχος, πεποιθότες ἐπιδείκνυνται μόνοι Γαλιλαίων, ὅτι εἰσὶν αὐθάδεις αἰχμάλωτοι. 4.97

Πρὸς ταῦτα τῶν μὲν δημοτικῶν οὐ μόνον οὐκ ἀποκρίνεσθαί τινι μετῆν, ἀλλʼ οὐδʼ ἐπὶ τὸ τεῖχος ἀναβῆναι· προδιείληπτο γὰρ ἅπαν τοῖς λῃστρικοῖς, καὶ φύλακες τῶν πυλῶν ἦσαν, ὡς μή τινες προέλθοιεν ἐπὶ τὰς σπονδὰς δέξαιντό τινας τῶν ἱππέων εἰς τὴν πόλιν· 4.98 δʼ Ἰωάννης αὐτός τε ἀγαπᾶν ἔφη τὰς προκλήσεις καὶ τοὺς ἀπειθοῦντας πείσειν συναναγκάσειν· 4.99δεῖν μέντοι τὴν ἡμέραν αὐτὸν ἐκείνην, ἑβδομὰς γὰρ ἦν, χαρίσασθαι τῷ Ἰουδαίων νόμῳ, καθʼ ἣν ὥσπερ ὅπλα κινεῖν αὐτοῖς, οὕτω καὶ τὸ συντίθεσθαι περὶ εἰρήνης ἀθέμιτον. 4.100οὐκ ἀγνοεῖν δὲ οὐδὲ Ῥωμαίους, ὡς ἀργὴ πάντων αὐτοῖς ἐστιν τῆς ἑβδομάδος περίοδος, ἔν τε τῷ παραβαίνειν αὐτὴν οὐχ ἧττον ἀσεβεῖν τῶν βιασθέντων τὸν βιασάμενον.

-- --

φέρειν δʼ ἐκείνῳ μὲν οὐδεμίαν βλάβην τὰ τῆς ὑπερθέσεως· 4.101τί γὰρ ἄν τις ἐν νυκτὶ βουλεύσαιτο δρασμοῦ πλέον ἐξὸν περιστρατοπεδεύσαντα παραφυλάξαι; 4.102μέγα δὲ κέρδος αὐτοῖς τὸ μηδὲν παραβῆναι τῶν πατρίων ἐθῶν. πρέπει δὲ τῷ παρὰ προσδοκίαν εἰρήνην χαριζομένῳ τοῖς σωζομένοις τηρεῖν καὶ τοὺς νόμους.”



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.91 Joseph. BJ 4.99 (English) >>Joseph. BJ 4.105

Powered by PhiloLogic